Ancient Greek
228.2 to 229.2
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 228.2-229.2
Unproofread scanNot analysed yet
314. B. A. p. 1073 ¹). κεῖται δὲ (ὑπόζυλος) ἐπὶ τῶν λαμπρῶν μὲν ἔξωθεν καὶ ἐπιοικῶν, πονηρῶν δὲ τὰ ἔνδον. Αἰσχύλος ἐν Πέρσαις μέμνηται καὶ Διογενιανὸς ²) ἐν τῇ λέξει τοῦτον καὶ Διονύσιος ἐν τῇ ἐκλογῇ τῶν ὀνομάτων, ὅτι Μέλανδρος ἐν τῇ Περινθίᾳ φησίν· (fr. 399. Kock). οὐδ’ αὐτὸς εἰμὶ σὺν θεοῖς ὑπόζυλος. οἷον κίβδηλος καὶ οὐ γνήσιος ³) οὐδὲ ἀληθῆς, ἀπὸ τῶν ξυλίνων καὶ περιηγυρωμένων σκευῶν. Φ. 315. Eustath. p. 924, 6. φάλαγξ ¹) δὲ οὐ μόνον στρατιωτικὸν σύστημα —ἀλλὰ καὶ ὁ ἀράχνης. [παρὰ τοῖς ὑστερον οὐ μόνον ὁ μεῖζων, ἀλλὰ καὶ ὁ ὑποχοριζόμενος εἰς φαλάγγιον, ὡς δηλοῖ Ξενοφῶν ἐν τοῖς κατ’ αὐτὸν ὑπομνημονεύμασιν (I. 3, 12.)] . τῆς δὲ τοιαύτης φαλάγγος συχναὶ μὲν αἱ χρήσεις. Ἄλλιος δὲ Διονύσιος παράγει τοιαύτην ἐκ τοῦ κοσμικοῦ Πλάτωνος (Ἑλλάδι fr. 22. Kock.) ²) εἴκασιν ἡμῖν οἱ νόμοι τούτοις τοῖσι λεπτοῖς ἀραχνίοις, ἄν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει. τὴν³) δὲ ἔννοιαν πλείους εἰς τὸν Σκῦθην ἀνάγουσιν Ἀνάχαρσιν.