Ancient Greek
Dfhg-Source dfhg4_PAUSANIAS_DAMASCENUS
PAUSANIAS DAMASCENUS, Fragmenta 5
Not analysed yet
Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου οἱ αὐτοὶ Ἀντιοχεῖς κτήτορες καὶ πολῖται ἀναφορὰν ἔπεμψαν, δεόμενοι ὥστε παρασχεθῆναι αὐτοῖς ἀπὸ θείας αὐτοῦ κελεύσεως ἀγορασθῆναι τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων τῆς Ἑλλάδος χώρας ἀπὸ τῶν ἐτησίων προσόδων τῶν ἐαθέντων χρημάτων παρὰ Σωσιβίου τινὸς συγκλητικοῦ, συμπολίτου αὐτῶν. Καὶ παρέσχεν αὐτοῖς ἀγοράσαι τὰ Ὀλύμπια ὁ αὐτὸς Κλαύδιος βασιλεὺς, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιοχεῖς Σύρους βʹ. Τοῦτο δὲ ἐποίησαν οἱ αὐτοὶ Ἀντιοχεῖς λυπηθέντες πρὸς τοὺς πολιτευομένους τῆς αὐτῆς πόλεως διὰ τὰς προσόδους τὰς προειρημένας παρὰ Σωσιβίου ἐαθείσας τῇ πόλει αὐτῶν· περὶ οὗ Σωσιβίου ὁ σοφὸς χρονογράφος Παυσανίας ἐξέθετο, ὅτι εἴασε τελευτῶν κατὰ διαθήκας τῇ τῶν Ἀντιοχέων μεγάλῃ πόλει Σωσίβιός τις ἐτησίαν πρόσοδον χρυσίου τάλαντα δέκα πέντε· ἅτινα ἐν τοῖς ἀνωτέρω χρόνοις τοῦ Αὐγούστου Ὀκταβιανοῦ προγέγραπται (p. 224). Τὰ δὲ τῆς προσόδου εἰάθη ἐπὶ τὸ ἐπιτελεῖσθαι τοῖς αὐτοῖς συμπολίταις κατὰ πενταετῆ χρόνον πολύτροπον θέαν ἐπὶ ἡμέρας λʹ μηνὶ Ὑπερβερεταίῳ τῷ καὶ Ὀκτοβρίῳ σκηνικῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἀθλητῶν ἀγῶνα καὶ ἱππικῶν καὶ μονομάχων. Καὶ τὰς μὲν ἀρχὰς ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι, μετὰ δὲ ταῦτα ὑπερετίθεντο τὰς προσόδους ἀποκερδαίνοντες ἕως ἀπὸ θείας κελεύσεως οἱ αὐτοὶ πολιτευόμενοι Ἀντιοχείας μετὰ καὶ τῶν κτητόρων ἠγόρασαν τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων.