Ancient Greek
300.2
Pelagius, Πελαγίου φιλοσόφου περὶ τῆς θείας ταύτης καὶ ἱερᾶς τέχνης (E Cod. Venet. Marc. 299, Fol. 62V) 300.2
Unproofread scanNot analysed yet
9 Διὰ τοῦτο καὶ ὧδε ὁ ἀρχαῖος ἔλεγον · «Χρησόμεθα τοῖς φυσικοῖς. »Ἔστι δὲ ἀναγκαῖον εἰδέναι ὅτι ὁ μὲν χρυσὸς φυσικῶς βάπτει, οὐ χωρὶς τοῦ πρότερον διαλυθῆναι αὐτὸν διὰ τοῦ θείου ὕδατος, καὶ ὕστερον πνευματωθῆναι διὰ τοῦ χρυσολίθου · κατὰ φύσιν γὰρ καὶ στερεὸν σῶμα καλούμενος · δεῖ τε πρῶτον διαλυθῆναι, καὶ ὕστερον πνευματωθῆναι · καὶ οὕτως παντὸς φυσικοῦ βάπτει. Τὰ γὰρ ἄλλα δύο κατὰ τὴν ἰδίαν φύσιν φευκτὰ καὶ καυστὰ ἐν τῷ πυρὶ ἀναλίσκονται · ἔθεν ὁ ἀρχαῖος Ζώσιμος ἔλεγον · «Ὅτι γὰρ αὐτὸ τὸ μυστήριον τὸ τῆς χρυσόβαφης · σώματα ὄντα πνεῦμα γίνεται, ἵνα ἐν ταῖς καταγραφαῖς πνευματικῶς βάλῃ, καὶ μὴ ἐπενέγκῃ ἐπιστολήμιαν · στερεὰ γὰρ ὄντα, βάπτειν οὐ δύναται, ἐὰν μὴ πρῶτον λεπτυνθῇ καὶ