Ancient Greek
302.3
Pelagius, Πελαγίου φιλοσόφου περὶ τῆς θείας ταύτης καὶ ἱερᾶς τέχνης (E Cod. Venet. Marc. 299, Fol. 62V) 302.3
Unproofread scanNot analysed yet
12 Ἄρσις δὲ ἐρμηνεύεται ὁ κουρισμὸς, ἀνθ ’ὧν αἱρεται καὶ κουρίζεται ἡ τοῦ ὕδατος ἐπίχυσις ἐκ τῆς τοῦ σώματος συμπλοχῆς · ἐν ἐπιμανήσει δὲ ποιήσαι ἀρκεσθῶμεν τῇ θυσίᾳ καὶ τῷ δοίδυχι ἐπὶ τῶν δύο βαρῶν · ἐπὶ δὲ τοῦ χαλκοῦ ἐπὶ τῇ χρήσει τοῦ φιλοσόφου. Καὶ ὅτι περὶ τούτου Ζώσιμος ἔλεγεν. Καὶ ὅτι δένδρον φυτουργούμενον, φυτὸν ποτιζόμενον, καὶ ὑπὸ πλήθους ὕδατος σηπόμενον, καὶ διὰ τῆς τοῦ ἀέρος ὑγρότητός τε καὶ θερμότητος αὐξανόμενον ἀνθοφορεῖ, καὶ τῇ πολλῇ γλυκύτητι καὶ τῇ ποιότητι τῆς φύσεως καρποφορεῖ.