Ancient Greek
141.2
Perictione, Fragmenta 141.2
Unproofread scanNot analysed yet
Γαμετρία μὲν ὧν καὶ ἀριθμητικὰ καὶ τὰλλα τὰ θεωρητικὰ καὶ ἐπισταμονικὰ περὶ τινα τῶν ὄντων κατασχολέονται, ἡ δὲ σοφία περὶ πάντα τὰ γένη b τῶν ὄντων. Οὕτως γὰρ ἔχει σοφία περὶ πάντα τὰ ὄντα, ὡς ὅμως περὶ πάντα τὰ ὁρατά, καὶ ἀκοὰ περὶ πάντα τὰ ἀκουστά. Τὰ δὲ συμβεβηκότα τοῖς ὄνσιν ἄ μὲν καθόλου πᾶσι συμβέβηκεν, ἡ δὲ πλείστοις αὐτῶν, ἡ δὲ καὶ c ἐνὶ ἑκάστῳ. Τὰ μὲν ὧν καθόλου πᾶσι συμβεβηκότα συνιδὲν καὶ θεωρῆσαι τῆς σοφίας οἰκῆον, τὰ δὲ τοῖς πλείστοις τῶν περὶ φύσιν ἐπιστάμας, τὰ δ' ἴδια καθ' ἕκαστον τῶν περὶ τι ἀφορισμένων ἐπιστάμας. καὶ διὰ τοῦτο σοφία μὲν τὰς τῶν ὄντων ἀπάντων ἀρχὰς ἀνευρίσκει, φυσικὰ δὲ τὰς τῶν φύσι γινομένων d γαμετρία δὲ καὶ ἀριθμητικὰ καὶ μουσικὰ τὰς περὶ τὸ ποσὸν καὶ τὸ ἰσμελέες. "Ὡςτις ὧν ἀναλύσει οὕς τ' ἄντι πάντα τὰ γένη ὑπὸ μίαν καὶ τὰν αὐτὰν ἀρχὰν, καὶ πάλιν ἐκ ταύτας συνθεῖναι καὶ ἀρτίσασθαιe, οὕτως δοκεῖ καὶ σοφᾶτος ἤμεν καὶ παναλαθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπὶν ἀνευρίσκειν, ἀφ' ἧς δυνατὸς ἔσσειται τὸν τε θεὸν κατοψέσθαιf καὶ πάντα τὰ ἐν τῇ συστοιχίᾳ τε καὶ τάξει g τὰ ἐκεῖνο κατακεχωρισμένα.