Ancient Greek
142.3
Perictione, Fragmenta 142.3
Unproofread scanNot analysed yet
γ’. Τὴν ἀρμονίην γυναῖκα νώσασθαι a δεῖ φρονήσιός τε καὶ σωφροσύνης πλεῖην· κάρτα γὰρ ψυχὴν πεπνύσθαι δεῖ ἐς ἀρετήν, ὡστ’ ἔσται καὶ δικαίη καὶ ἀνδρίη καὶ φρονέουσα καὶ αὐταρκεῖν καλλυνομένη καὶ κενὴν δόξαν μισέουσα. b Ἐκ τούτων γὰρ ἔργματα καλὰ γίνεται γυναικὶ ἐς αὐτήν τε καὶ ἄνδρα καὶ τέκνα καὶ οἶκον, πολλάκις δὲ καὶ πόλιν, εἴγε πόλις ἢ ξύνεα ἢ τοιήδε b κρατεῖν, ὡς ἐπὶ βασιλῆς κατορέομεν c. Κρατέουσα τῶν ἐπιθυμιῶν καὶ θυμοῦ, θεῖη καὶ ἀρμονίη γίνεται, ὥστε οὐδὲ ἔρωτες αὐτὴν ἀνομοι διώξουσι, ἀλλ’ ἐς ἄνδρα τε καὶ τέκνα καὶ τὸν οἶκον ξύμπαντα φιλίην ἐξει. d Ὀκὸσαι γὰρ ἐράστριαι τελέθουσι ἀλλοτρίων