Ancient Greek
151.7
Persaeus, Fragmenta 151.7
Unproofread scanNot analysed yet
439 Diogenes Laërt. VII 6. ἀπεδέχετο δ' αὐτὸν (scil. Ζήνωνά) καὶ Ἀντίγονος καὶ εἰ ποτε Ἀθήναζε ἦκοι, ἤκουεν αὐτοῦ πολλά τε παρεκάλει ἀφικέσθαι ὡς αὐτόν. ὁ δὲ τοῦτο μὲν παρητήσατο, Περεσαῖον δὲ ἕνα τῶν γνωρίμων ἀπέστειλεν, ὃς ἦν Δημητρίου μὲν νιός, Κιτιεύς δὲ τὸ γένος, καὶ ἤκμαζε κατὰ τὴν τριακοστήν καὶ ἑκατοστήν Ὀλυμπιάδα, ἤδη γέροντος ὄντος Ζήνωνος. —9. ἀπέστειλε δὲ Περεσαῖον καὶ Φιλωνίδην τὸν Θηβαῖον, ὧν ἀμφοτέρων Ἐπίκουρος μνημονεύει ὡς συνόντων Ἀντιγόνῳ ἐν τῇ πρὸς Ἀριστόβουλον τὸν ἀδελφὸν ἐπιστολή. —13. σὺν τε Περεσαίῳ τὴν αὐτὴν οἰκίαν ὤκει· καὶ αὐτοῦ αὐλητρίδιον εἰσαγαγόντος πρὸς αὐτόν, σπάσας πρὸς τὸν Περεσαῖον αὐτὸ ἀπήγαγεν.