Ancient Greek
155.3
Persaeus, Fragmenta 155.3
Unproofread scanNot analysed yet
454 Athenaeus IV 140e. περὶ δὲ τῶν ἐπαίχλων Περσαῖος ἐν τῇ Λακωνικῇ πολιτείᾳ οὕτωσί γράφει· „καὶ εὐθὺς τοὺς μὲν εὐπόρους ζημοῖ εἰς ἐπαίχλα· ταῦτα δὲ ἐστὶν μετὰ δεῖπνον τραγήματα· τοῖς δ’ ἀπόροις ἐπιτάττει κάλαμον ἢ στιβάδα ἢ φύλλα δάφνης φέρειν, ὅπως ἔχωσι τὰ ἐπαίχλα κάπτειν μετὰ δεῖπνον· γίνεται γὰρ ἄλφιτα ἐλαίῳ ἐρραμένα. τὸ δ’ ὅλον ὥσπερ πολιτεύμα τι τοῦτο δή συνίσταται μικρόν. καὶ γὰρ ὅντινα δεῖ πρῶτον κατακεισθαι ἢ δεύτερον ἢ ἐπὶ τοῦ σκιμποδίου καθῆσθαι, πάντα τοιαῦτα ποιοῦσιν εἰς ἐπαίχλα. “τὰ δμοια ἱστορεῖ καὶ Λισοχουρίδης.