Ancient Greek
1.50.1
Petron, Testimonium 1.50.1
Unproofread scanNot analysed yet
PLUT. de defect. or. 23 p. 422 D ἐλέγχει δ’ αὐτὸν ὁ τῶν κόσμων ἀριθμὸς οὐχ ὡν Αἰγύπτιος οὐδὲ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἰμεραίου τοὔνομα Πέτρωνος· αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδὲ οἶδα διασωζόμενον, Ἰππὺς δὲ ὁ Ῥηγῖνος, οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος [fr. 22, FHG II 300], ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας, ἀπομένους δ’ ἀλλήλων κατὰ στοιχεῖον, ὅτι δή τούτ’ ἐστὶ τὸ ‘κατὰ στοιχεῖον ἄπτεσθαι’, μὴ προσδιασαφῶν μηδ’ ἄλλην τινὰ πιθανότητα προσάπτων. vgl. 22 τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι συντεταγμένους κατὰ σχῆμα τριγωνοειδές, οὗ πλευρὰν ἑκάστην ἑξήκοντα κόσμους ἔχειν. τριῶν δὲ τῶν λοιπῶν ἕκαστον ἰδρύσθαι κατὰ γωνίαν, ἄπτεσθαι δὲ τοὺς ἐφεξῆς ἀλλήλων ἀτρεμά περιόντας ὥσπερ ἐν χορείαι. Bedeutung des Dreiecks s. Procl. z. Eukl. 115, 1 Friedl. vgl. Diels Elem. 62 ff.