Ancient Greek · ~2 min
Book 13
Phaedimus Epigr., Epigrammata 13
Not analysed yet
ΦΑΙΔΙΜΟΥ
Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,
ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον·
Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,
Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.
ΦΑΙΔΙΜΟΥ
Τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,
ἴσχε βίης, ἑκάεργ' ἀνάσσων·
οὔ σοι φαρέτρη λύεται λυκοκτόνος·
τοῖσδε δ' ἐπ' ἠιθέοις ὀιστὸν
στρέφειν Ἔρωτος, τόφρ' ἀλέξωνται πάτρῃ
θαρσαλέοι φιλότατι κούρων·
πυρὸς γὰρ ἀλκή, καὶ θεῶν ὑπέρτατος
αἰὲν ὅδε προμάχους ἀέξειν.
Μελιστίωνος δ', ὦ πατρώιον σέβας
Σχοινιέων, ἐπίηρα δέχθαι.