Ancient Greek · ~1 min
ρκθ′. Τιμολάῳ.
Phalaridis Epistulae, Epistulae 1-129
Not analysed yet
Τὸ μὲν μηδὲν ἁμαρτάνειν εἰκότως ἴσως καὶ δικαίως θεοῦ νομίζεται, τὸ δ’ ἁμαρτόντα τούτῳ αὐτῷ πρὸς τὸ μέλλον σεσωφρονίσθαι ἀνθρώπου, τὸ μέντοι μηδὲν πταίσαντα καὶ ἀτυχήσαντα πεφυλάχθαι οὐκ οἶδα ἄλλου τινὸς ὑποληφθῆναι δυνάμενον ἢ κακοῦ. αἰσχρὸν οὖν (ἔτι γὰρ ἔγγιον προσελευσόμεθα) ἑτέροις παράδειγμα τῆς ἀβουλίας γενόμενον αὐτὸν ἑαυτῷ μηδ’ ἐκ τῆς οἰκείας συμφορᾶς χρήσιμον γενέσθαι.