Ancient Greek · ~2 min
ιγ′. Ἡροδίκῳ.
Phalaridis Epistulae, Epistulae 1-13
Not analysed yet
Ἄλλου μὲν ἦν κακῶς πεπονθότος μηδὲν ὁμολογῆσαι πρὸς τὸν δεδρακότα περὶ ἀμύνης, ἵν’ ὡς ἥκιστα πρὸς αὐτὸν ὕποπτος ἁλῴη, ἐγὼ δὲ τοῦτο μὲν ἀγεννοῦς ἀνδρὸς ἔργον ἡγοῦμαι τὸ τὸν ἀγνοοῦντα χειρώσασθαι. προηδικημένος δ’ ὑπὸ σοῦ μεγάλα μηνύω σοι φυλάτ- τεσθαι τὴν ἐπιοῦσαν ἐξ ἡμῶν ἄμυναν, ἵνα πρὸ τοῦ μὲν παθεῖν ἡ προσδοκία κολάζῃ σε, μετὰ δὲ τὴν προσδοκίαν αὐτὸ τὸ παθεῖν.