Ancient Greek · ~3 min
ρλϛ′. Τιμάνδρῳ.
Phalaridis Epistulae, Epistulae 1-136
Not analysed yet
Τὰ πολιτεύματά σου τὰ ἐν Καμαρίνῃ, Τίμανδρε, καὶ ὁ πολὺς οἰκτισμὸς ἐπὶ τοῖς ὑφ’ ἡμῶν ἀπολουμένοις ἐπέρρωσε μὰ τὸν Δία οὐδὲ βουλομένους τοὺς περὶ Κλεόμβροτον ἐνεῖρξαι τῷ ταύρῳ. ἐδεδοίκειν γὰρ ἄδειαν αὐτοῖς ἐπιχορηγήσας παῦσαί σε κατ’ ἐμοῦ τὴν πόλιν ἀνιστάντα· ἡδέως γὰρ ἐμαυτὸν πολίτευμα παρέχω τῷ δήμῳ, ἕως οὐκ αἰσχύνονται Καμαριναῖοι τῶν σῶν ἀνεχόμενοι λόγων, οὗ τὰ πολιτεύματα οὐχ ὅπως ἐπὶ Φάλαριν ἀμήχανα ἀλλ’ οὐδ’ ἐπὶ οἰκέτην Φαλάριδος ἂν θείην. καὶ χαλεπὸν μέν, εἰ καὶ πάνυ συνέφερεν αὐτοῖς πολεμεῖν Ἀκραγαντίνοις, τὸ πεισθέντας ἅψασθαι τῶν ἔργων· νῦν δ’ ὁ πόλεμος αὐτοῖς τῷ παντὶ βαρύτερος τοῦ συμβούλου, μᾶλλον δ’ ὁ δημηγόρος οὐδὲ μικρὰ ῥοπὴ τῆς τούτου ταλαιπωρίας.