Ancient Greek · ~3 min
ρλζ′. Ἐνναίοις.
Phalaridis Epistulae, Epistulae 1-137
Not analysed yet
Ἐκ πολλῶν πάνυ χρημάτων ὧν ἐδανείσασθε παρ’ ἐμοῦ ὀκτὼ τάλαντα μόνον ἀποδοῦναι πείσαντες, καὶ ταῦτα ἐν οἷς μάλιστα καιροῖς χρημάτων ἐδεόμην ἐπικουφισθέντες, οὐδὲ περὶ ταῦτα εὐτακτήκατε, ἀλλὰ τέσσαρα μόλις ἀχθόμενοι καὶ στένοντες διελύσασθε. τέσσαρα δ’ ἀκμὴν κατέχετε. καὶ μὰ τοὺς θεοὺς οὐχ οὕτω περὶ τούτων ἄχθομαι ὡς περὶ τῆς ἐπὶ τοῖς ἀφε θεῖσι χάριτος· ἡ μὲν γὰρ χρεωκοπία ὑμῶν, ἐὰν ἐπιτρέπωμεν καὶ τοῦτο, τεσσάρων μόνον ταλάντων ἔχει τὴν ζημίαν, ἡ δ’ ἀχαριστία ὑπερδεκατάλαντον τὴν βλάβην. ὁμοίως γὰρ καὶ ταῦτα ἀποδώσειν ὑπισχνεῖσθε καὶ τὰς περὶ ἐκείνων εἰδέναι χάριτας ὡμολογεῖτε. ὥστε οὐδεμία περὶ τῆς ἐν ὑμῖν οὔσης ἀχαριστίας χρηστὴ ἐλπίς, εἰ τὴν ἐφ’ ὑμῖν οὖσαν κομιδὴν οὐχ οἷοί τε ἐγένεσθε ἐκτίνειν.