Ancient Greek · ~3 min
ρμα′. Ἀγεμόρτῳ.
Phalaridis Epistulae, Epistulae 1-141
Not analysed yet
ᾘσθόμην ποτέ, ὦ Ἀγέμορτε, ὅπως περὶ τῶν κατ’ ἐμαυτὸν ἐβουλευσάμην. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἠνίασεν ἡμᾶς ἡ περίβλεπτος αὕτη μοναρχία, περὶ ἧς ὁ ἄβουλος ἐγὼ τοὺς πολλοὺς πόνους καὶ κινδύνους ὑπέστην ἑκών, μεγίστου δ’ ἐν αὐτῇ τούτου κακοῦ ἐπειράθην, εἰ μηδ’ εὖ παθεῖν τις ὑφ’ ἡμῶν ἐπιεικὴς ἀνὴρ βούλεται, ἀλλ’ ἀνάγκη πᾶσα, ἂν δεήσῃ χαρίσασθαί τινι τῶν δεομένων, τοῖς ἐξωλεστάτοις χαρίζεσθαι. οἱ γὰρ ἀγνώμονες ὑμεῖς οὐκ οἶδ’ ὅπως ἀπεστραμμένοι· τί γὰρ ἄλλο ἢ δέδιτε εὖ παθεῖν ὑπ’ ἐμοῦ; ἐπεὶ τίνος ἕνεκεν, τοσούτων ἐμοὶ καὶ συμφοιτητῶν γενομένων καὶ συνεφήβων καὶ φίλων, οὐδὲ εἷς ἀφῖκται τέως ὑμῶν, ἀλλ’ οὐδὲ ὑπέσχηταί τις ἀφίξεσθαι πρὸς ἐμὲ πλὴν Καλλισθένους; καί, εὖ οἶδα γάρ, οὐδ’ ἐκεῖνος ἀφίξεται.