Ancient Greek · ~3 min
ρμδ′. Νικοκλει.
Phalaridis Epistulae, Epistulae 1-144
Not analysed yet
Ἐπεστείλαμεν Στησιχόρῳ, ὡς ἠξίους, περὶ τοῦ ἐλεγείου, καὶ τὸν τρόπον ὑπεθέμεθα ὡς χρὴ γράφειν, ὃ δ’ ἄσμενος ἡμῖν τῆς ἑαυτοῦ φύσεως ἐπιδώσειν ὑπέσχετο, παραμυθίαν ἴσως ἡγούμενος ἔσεσθαί σοι τοῦ πένθους τὴν σοφίαν. ἡ μὲν οὖν συμφορὰ δυσπαρηγόρητος καὶ βαρυτέρα ἢ ὥστε λόγοις ἐπικουφισθῆναι, ἐπεὶ διττοῖς ᾠκειωμένος ὀνόμασιν ἑνὶ χρόνῳ περὶ ἑκατέρου ἀνιᾷ. ἀδελφιδῆς τε γὰρ ὁμομητρίας καὶ γυναικὸς ἀγαθῆς ἀπενοσφίσθης, κάλλει μὲν ἐξοχωτάτης, σωφροσύνῃ δὲ οὐδὲ εἰς δευτερεῖον γυναικὶ μεθ’ ἑαυτὴν ἐώσης τόπον. ὡς ἐκπέπληγας καὶ πανταχόθεν ἀπέγνωκας σεαυτοῦ, καὶ τὰς ὀλοφύρσεις οὐ μεταποιούμενος καὶ τοῦ σώζεσθαι προσποιῇ. χρὴ δὲ μὴ βαρύτερον φέρειν τὴν τύχην· οὐ γὰρ ἀρετῆς τοῦτό γʼ ἄξιον, εἰ πρὸς τὸ πένθος ἀπαλλάξεις σαυτὸν καὶ χρήσῃ ἀνηκέστῳ συμφορᾷ.