Ancient Greek · ~3 min
ρμζ′. Τῷ αὐτῷ.
Phalaridis Epistulae, Epistulae 1-147
Not analysed yet
Μὴ φρόντιζε, ὦ Στησίχορε, τῆς Εὐβούλου καὶ Ἀριστοφῶντος πρός με κατηγορίας, μηδ’ ἀχθεσθῇς, εἰ τῆς καθ’ ἡμῶν ἐπιβουλῆς τὴν αἰτίαν εἰς σὲ ἀναφέρειν καὶ τὰ σὰ κάλλιστα ἔπη ἠξίουν. παρ’ ὅσον μὲν γὰρ ἤλθομεν ἐν Ἱμέρᾳ κινδύνου καὶ σὺ οἶσθα, μηδὲν δὲ ἡμῶν ἀνήκεστον παθόντων ἥδεσθαι προσήκει σοι κατά γε τὴν ἐκείνων αἰτίαν μᾶλλον ἢ ἀνιᾶσθαι τῆς τε ῥώμης ἕνεκα τῶν ποιημάτων, ἅ σοι ἐπιπνέουσιν αἱ θεαί, καὶ ἡμῶν περιόντων, εἴ σοι ἄρα τι μέλομεν. παρεξήτακας γὰρ καὶ τὰ μέλη πλέον ἢ κατὰ λύραν δυνάμεως ἔχειν, καὶ Φάλαριν μείζον’ ἢ κατὰ τυραννοκτόνους. ἡμεῖς δὲ παρακινδυνεύσαντες ἐσχάτως καὶ εἰς τύραννον ὡρμήσαμεν καὶ εἰς ἑταιρείαν μεμήναμεν, καὶ οὐ μεμφόμεθά μελλήσαντες ἀναιρεθῆναι, μᾶλλον δὲ ἀναιρεθέντες· οὐ γὰρ ἄν, εἰ καὶ ἐτελέσθη τὸ ἄδικον βούλημα, Στησίχορος ἡμᾶς παθεῖν ταῦτα ἐπῃνέσατο.