Ancient Greek
μα′. Ἰππολυτίωνι.
Phalaridis Epistulae, Epistulae 1-41
Not analysed yet
Ἐπιτρέπω σοι πρός με παραγενέσθαι, καθὼς ἀξιοῖς, ὅρκον δ’ οὐδένα σοι δίδωμι τοῦ μηδέν σε πείσεσθαι κακόν, ἀλλὰ πίστιν. εἰ δέ μου τῇ τῶν λόγων ἀπιστεῖς ὑποσχέσει, νῦν με ταῖς ἀληθείαις ἀδικεῖς, οὐχ ὅτε κατηγορήθης· εἰδὼς γάρ με μηδενὶ πώποτε παραβεβηκότα πίστιν ὡς κατεγνωκὼς ὅρκῳ μετέρχῃ. καίτοι τί διαφέρει πρὸς εὐσέβειαν, ὅρκον ἢ πίστιν συγχέαι; ἀμφότερα γὰρ ἡ γνώμη βεβαιοῖ.