Ancient Greek · ~1 min
νγ′. Λεοντίνοις.
Phalaridis Epistulae, Epistulae 1-53
Not analysed yet
Λεωνίδαν, ὃν ἐξεπέμψατε κατάσκοπον τῶν ἐμῶν πραγμάτων, ἁλόντα δυνάμενος ἀποκτεῖναι σέσωκα, οὐχ ὑμῖν χαριζόμενος, ἀλλ’ ἵνα μὴ ζητῶ τίς ὑμῖν σαφῶς ἀπαγγείλῃ τὴν παρασκευὴν τοῦ καθ’ ὑμῶν πολέμου. καὶ γὰρ ἐμοὶ πάνυ πιστῶς ἄνευ βασάνου τὰ παρ’ ὑμῖν ἐδήλωσεν, ὅτι πάντων ἐνδεεῖς ἐστὲ πλὴν λιμοῦ καὶ φόβου· τούτων δ’ ὑμᾶς φησὶ καὶ λίαν εὐπορεῖν.