Ancient Greek
ξδ′. Ἀμφιδάμαντι καὶ Θρασυβούλῳ.
Phalaridis Epistulae, Epistulae 1-64
Not analysed yet
Ὑμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ἃ ἐδανείσασθε, Τεύκρῳ λέγετε, ὃ δ’ οὔ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἡρακλέα οὔθ’ ὑμῖν ἀπιστεῖν οὔτ’ ἐκείνῳ μὴ πιστεύειν· ὃ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὑμᾶς ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. δι’ ἅς γ’ αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῶν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδέδεγμαι. εἴη μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τἀληθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστί, πονηρὸν εὔρεθῆναι. κρεῖττον γὰρ ἡγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν ζημίαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὑρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.