Ancient Greek
ξζ′. Παυρόλᾳ.
Phalaridis Epistulae, Epistulae 1-67
Not analysed yet
Ἀφικόμενος εἰς Ἱμέραν ἀναγκαίας ἕνεκα πραγματείας ἤκουσα τῶν Στησιχόρου θυγατέρων ποιήματα λυριζουσῶν, ἃ μὲν αὐτοῦ Στησιχόρου γεγραφότος, ἃ δὲ τῶν παρθένων ἴδια. ἦν δὲ τῶν μὲν Στησιχόρου τὰ τῶν θυγατέρων ἥττονα, τῶν δὲ ἄλλων εἴ τινα κατὰ σύγκρισιν ἐξετασθείη, κατὰ πολὺ βελτίονα. ὥστε με τρισόλβιον ἡγήσασθαι τὸν διδάξαντα, τρισολβίους δὲ καὶ τὰς παρὰ φύσιν εἰς τοσοῦτον βάθος παιδείας ἀχθείσας. εἶεν δή, Παυρόλα (σφόδρα γὰρ καὶ διὰ ταῦτα ἐπιζητῶ μαθεῖν), τίνα δή ποτε γνώμην ἔχων τὸ μὲν σῶμα γυμνάζεις ὅπλοις τε καὶ κυνηγεσίοις καὶ ταῖς ἄλλαις κακοπαθείαις, τὴν δὲ ψυχὴν ἀγύ- μναστον ἐᾷς λόγου τε καὶ παιδείας Ἑλληνικῆς, ἣν ἐχρῆν πρώτην ἐπὶ τὰ τοιαῦτα συνησκῆσθαι καὶ μόνην;