Ancient Greek · ~2 min
πδ′. Μεσσηνίοις.
Phalaridis Epistulae, Epistulae 1-84
Not analysed yet
Οὐκ ἠγνόουν, ὅτι πέμψαντός μου τοῖς παρ’ ὑμῖν θεοῖς ἀναθήματα, τρίποδάς τε Δελφικοὺς καὶ στεφάνους χρυσοῦς καὶ ἄλλα πολλὰ καὶ πολυτελῆ χαριστήρια τῆς σωτηρίας, δυοῖν θάτερον ποιήσετε, ἢ τοῖς θεοῖς εὐσεβοῦντες ἀναθήσετε, ἢ τούτους ἀποστερήσαντες αὐτοὶ διανεμεῖσθε, ὅπερ δὴ καὶ δεδράκατε. προσποιησάμενοι γὰρ ἐμοὶ λοιδορεῖσθαι, ὡς τῶν ἀναθημάτων διὰ τὸν κτησάμενον οὐ καθαρῶν ὄντων, τοὺς θεοὺς ἱεροσυλήκατε. τί γὰρ διαφέρει τὰ καθωσιωμένα περισπάσαντας ἀπενεγκεῖν ἢ τὰ κατωνομασμένα τοῖς θεοῖς; ἐκείνων γὰρ ἀμφότερα ἦν καὶ οὐ τῶν πεπομφότων.