Ancient Greek
ϟϛ′. Νικοφήμῳ.
Phalaridis Epistulae, Epistulae 1-96
Not analysed yet
Οὓς ἐν Λεοντίνοις κατελέγου δημηγορῶν καταικισθέντας ἀπολέσθαι οἰκτίστως, ἐπιβουλεύσαντας ἀπωλέσαμεν. καὶ οὐδὲ τοῦτ’ αἰσθάνῃ, ὅτι τοὺς ὑπ’ ἐμοῦ τιμωρηθέντας παραφέρων οὐ μόνον αὐτὸς ἐπιβουλεύεις ἐμοὶ τοιαῦτα ἔχων παραδείγματα, ἀλλὰ καὶ Λεοντίνους πολεμεῖν ἀναγκάζων ὀκνηροτέρους ποιεῖς, ὅτι πρὸς τοιοῦτον ἐχθρὸν ἀδικοῦντες πολέμου ἄρξουσιν· ἀμήχανον γὰρ τὸν αὐτὸν καὶ μισεῖσθαι διὰ χαλεπότητα καὶ καταφρονεῖσθαι ἐπὶ μαλακίᾳ, εἴπερ ἀπέβη τὸ δόξαν. ἐπὶ τοιούτοις γὰρ ἄθλοις οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.