Ancient Greek
ρκα′. Ἱμεραίοις.
Phalaridis Epistulae, Epistulae 3-9
Not analysed yet
(3) καὶ τῶν μὲν ἄλλων, ὅσα ἔπαθον δι’ αὐτοὺς κακά, ἔστι καὶ συγγνῶναι τοῖς αἰτίοις καὶ καταχέαι λήθην τῶν γεγονότων· τοῦ δὲ μὴ ἐξεῖναι δίκαιόν τι πράσσειν τίνα ἄν τις αὐτάρκη δίκην εἰσπράξαιτο παρὰ τῶν αἰτίων; ἐπεὶ τίνας ἦν δικαιότερον ἀπολαῦσαι τῆς ἡμετέρας ἀδικίας ἢ δι’ οὓς ἀνάγκη ἀδικεῖν ἡμᾶς ἐστίν; ἀλλ’ ὅμως, ὦ Ἱμεραῖοι, ταῦτά γε ἅπαντα σκοπῶν καὶ ὀργιζόμενος καὶ τύραννος ὢν καὶ ἔχων, εἰ καὶ πάνυ οὓς οὐκ ἐβουλόμην, ἀλλ’ ὧν γ’ ἀναιρεθέντων ἐμέλλομεν ὑμᾶς οὐδὲν ἧττον ἀνιάσειν, ἐφεισάμην αὐτῶν καὶ ἀπέπεμψα ἑστιάσας. εἰ μὲν οὖν καὶ αὐτοὶ τὰ δίκαια ἐν μέρει ποιεῖν ἐθελήσετε, λογισάμενοι ὅτι οὐχ ἅπασαν ὀργὴν **,ἐὰν εἰς δύο ἄνδρας ἢ τρεῖς ἅπαντα ἀποστρέψητε τὰ τῇ πόλει ἐπικρεμάμενα δεινά· εἰ δὲ Κόνων ὁ τέως ὑφ’ ἑκάστου ὑμῶν εἰς τὸ σῶμα παροινούμενος σώζεται, αὐτοῖς βάθροις ὑπομενεῖτε ἀνάστατον ἅπασαν γενέσθαι τὴν πόλιν. πειράσομαι γὰρ ὑμῖν μηδὲν ἐπιεικέστερος φανῆναι ἢ ὑμεῖς νομίζετε.