Ancient Greek
ρμζ′. Τῷ αὐτῷ.
Phalaridis Epistulae, Epistulae 4-5
Not analysed yet
(4) μὴ δὴ δόξῃς, ὦ Στησίχορε, κατ’ ἐμοῦ τι τῶν ἐπῶν, ὅταν κατὰ δυνάστου γράφης, ἐπιπνεῖσθαι, ὑποδέχου δ’ ἄσμενος τὰς θεὰς δι’ ἡμᾶς μηδὲν τῶν ἐπὶ νοῦν ἡκόντων ἀποδιοπομπούμενος, ἴσθι γὰρ ὡς μηδεὶς τυραννοκτονήσει Φάλαριν ἔξω τῆς ἰδίας μοίρας, ἣν ἀπὸ νεότητος ἔχομεν καθ’ ἑαυτῶν, ἐὰν καὶ τὰ τῶν ὑμνοπόλων σιγήσῃ μέλη· ὅθεν ἥκουσαν αὐτὴν ἀναγκαίως, ὁπόταν ἐθέλῃ, ὡς ὀφειλομένην ἑαυτοῖς ὁμοίως ὑποδεξόμεθα. τοῖς δὲ περὶ Εὔβουλον τυραννοκτόνοις, ἐπεὶ παρὰ ταύτην ἐπεχείρουν, ἆθλα ἀπεδώκαμεν, οὐχ ἃ παρὰ νόμων προσήκει ἀνδράσι κενὴν δόξαν θηρωμένοις ἐπὶ καθαιρέσει μονάρχου, ἀλλ’ ἃ παρὰ τυράννου πλέον ἰσχύοντος νόμων. καταπαρέντες γὰρ εἰς τὴν Ἱμεραίων θηρόβοτον ἄχρι τῶν στηθῶν μετὰ πολλοὺς ἄλλους αἰκίας τρόπους ἐν τῇ λώβῃ διενυκτέρευσαν. σὺ δ’ ὡς ἐπὶ μήκιστον εὐτυχοίης. ἔρρωσο. καὶ τὸ μὲν μηδὲν παθεῖν τοιοῦτον οὐκ ἂν συνευξαίμεθά σοι, παρὰ γὰρ τῆς ἰδίας δικαιοσύνης τοῦτ’ ἔχειν φαίης ἄν, ἀλλὰ μηδὲ δρᾶσαί ποτε ἀνάγκην γενέσθαι Φάλαριν παραπλήσιον. μέλοιεν δέ σοι Μουσῶν εὐκλεεῖς πόνοι, πέμπε δὲ καὶ εἰς ἡμᾶς τῶν ποιημάτων ἃ τὰς παρούσας ἐπανήσει φροντίδας.