Ancient Greek · ~3 min
ρκβ′. Ἀθηναίοις.
Phalaridis Epistulae, Epistulae 5
Not analysed yet
(5) ἀλλ’ εἰ χωρὶς δυσμενείας σκέπτεσθαι ἐθελήσετε, εὕροιτε ἂν οὔτε δρῶντας ἑκόντας ἡμᾶς, οὔτε εἰ πάσχομεν, δόξαν τῷ δαίμονι, δικαίων ἀπολαύοντας. καὶ γὰρ ἐξουσίαν ἔχοντες δρᾶν διὰ τὴν τυραννίδα τὰ πρὸς ὠμότητα, ὅμως ἴσμεν ἔκτοπα ὄντα, καὶ μηδὲν τῶν πεπραγμένων ἑαυτοῖς ἀναλαβεῖν δυνάμενοι τὸ μὲν ὅτι δεινὰ ταῦτ’ ἐστὶν ὁμολογοῦμεν. εἴθε μέντοι μηδὲ δρᾶσαι αὐτὰ πικρᾷ ἀνάγκῃ ἐβιάσθημεν, καὶ οὐδεὶς ἕτερος ἦν ἂν ὡς χρηστὸς ἐπαινούμενος ἡμῶν παρόντων. τίς γὰρ ὑμῶν, ὦ Ἀθηναῖοι, ἢ τῶν ἄλλων ἀνθρώπων τὸν ἐπιβουλεύσαντα ἑαυτῷ ἐχθρὸν οὐ διὰ πάσης ἀμύνης παρασχὸν ἐτιμωρήσατο; τοιοῦτον εὑρὼν Περίλαον ἐτιμωρησάμην. καὶ σύνοιδα μὲν ἐμαυτῷ ἔκθεσμα δρῶν, παραμυθίαν δ’ ἔχω τὸ μὴ μετὰ γνώμης ἐθελουσίου, ὃ τοῖς ὑπ’ ἐμοῦ τιμωρουμένοις οὐ πρόσεστιν.