Ancient Greek
2.244.1
Phaleas Et Hippodamus, Testimonia Et Fragmenta 2.244.1
Unproofread scanNot analysed yet
4. HARPOCR. s. v. Ἱπποδάμεια: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον [49, 22] ἀγορὰν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην Ἱπποδάμειαν ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. V. BEKK. LEX. p. 266,28 Ἱπποδάμεια (ἢ Ἱπποδάμειος) ἀγορά: τόπος ἐν τῷ Πειραιεῖ ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος ποιήσαντος Ἀθηναίοις τὸν Πειραιᾶ καὶ κατατεμόντος τῆς πόλεως τὰς ὁδοὺς. Falsch identifiziert SCHOL. ARISTOPH. Equ. 327 ὁ δ᾽ Ἱπποδάμου: οὗτος ἐν Πειραιεῖ κατῴκει καὶ οἰκίαν εἶχεν ἧνπερ ἀνῆκε δημοσίαν εἶναι. καὶ πρῶτος αὐτὸς τὸν Πειραιᾶ κατὰ τὰ Μηδικὰ (!) συνήγαγεν. . . . καὶ οἱ μὲν αὐτὸν φασὶ Θούριον, οἱ δὲ Σάμιον, οἱ δὲ Μιλήσιον.