Ancient Greek
14 to 16
PHANODEMUS, Fragmenta 14-16
Not analysed yet
Φανόδημος δὲ πτὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτ ̓ αὑτοῖς προσφέρεσθαι, ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον· διόπερ ὀνομασθῆναι τὰς πηγὰς νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. Ὅτι τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντό τε οἱ Ἀρεοπαγῖται καὶ ἐκολαζον, ἱστόρησαν Φανόδημος καὶ Φιλόχορος. Ἄμα δ ̓ ἡμέρᾳ Ξέρξης μὲν ἄνω καθῆτο τὸν στόλον ἐποπτεύων καὶ τὴν παράταξιν, ὡς μὲν Φανόδημός φησιν, ὑπὲρ τὸ Ἡράκλειον, ᾗ βραχεῖ πόρῳ διείργεται τῆς Ἀττικῆς ἡ νῆσος (Σαλαμίς), ὡς δ ̓ Ἀκεστόδωρος, ἐν μεθορίῳ τῆς Μεγαρίδος, ὑπὲρ τῶν καλουμένων κεράτων.