Ancient Greek
Dfhg-Source dfhg1_PHANODEMUS
PHANODEMUS, Fragmenta 8
Not analysed yet
Τεῦκρον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος, ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν, ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν, δήμου Ξυπεταίας ἄρχοντα· καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια, κρατήσαντα δὴ χώρας συχνῆς τε καὶ ἀγαθῆς, καὶ οὐ πολὺ τὸ ἐπιχώριον γένος ἐχούσης, ἀσμένως τὸν Δάρδανον ἰδεῖν, καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικὸν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα, καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.