Ancient Greek
130
Pherecrates Comic., Fragmenta 130
Unproofread scanNot analysed yet
τίς δ’ ἔσθ’ ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία, ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρακισμοῦ; αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαιοῖς ἐπικάστοις ξωμοῦ μέλανος καὶ ’Αχιλλείοις μάχαις κοχυδοῦντες ἐπιβλῆς 5 ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλουτοῦ δεύονται, σφῶν ἀρύεσθαι. ὁ Ζεὺς δ’ ὕων οἴνη καπνία κατὰ τοῦ κεράμου βαλανεύσει, ἀπὸ τῶν δὲ τεγῶν ὄχετοὶ βοτρύων μετὰ ναστίσκων πολυτύρων ὀχετεύονται θερμῷ σὺν ἔννει καὶ λειριοπολφανεμώσαις. τὰ δὲ δὴ δένδρη τῶν τοῖς ὄρεσιν χορδαῖς ὄπταις ἐριφείοις 10 φυλλοροήσει, καὶ τευθιδίοις ἀπαλοῖσι κίχλαις τ’ ἀναβράστοις.