Ancient Greek
175
Pherecrates Comic., Fragmenta 175
Unproofread scanNot analysed yet
φαφανὶς τ’ ἄπλυτος ὑπάρχει, καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρνα. οἶον αὖ τὸ πνῖγος, ὡς ἄσελγές. κῦνα δέρειν δεδαρμένην. Aristophanes Lysistr. 158 τὸ τοῦ Φερεκράτου κῦνα δέρειν δεδαρμένην. Schol. ἐὰν ἡμᾶς παρίδωσιν οἱ ἄνδρες, τότε πάλιν ἐξεῖσται ὀλίσβοις χρήσασθαι καὶ ἀποδέρειν τὰ ἀποδεδαρμένα σκύτη. Φερεκρᾶτὴς ἐν δράματι εἶρηκε τοῦτο, ἔνθεν τάσσεται ἡ παροιμία ἐπὶ τῶν ἄλλως (Berglerus ἄλλα) πασχόντων ἐφ’ οἷς πεπόνθασιν . . . ἐν δὲ τοῖς σωζομένοις Φερεκράτου τοῦ κωμικοῦ τοῦτο οὐχ εὑρίσκεται. Proverbia Coisl. 296 κῦνα δέρειν δεδαρμένην, τὸ τοῦ Φερεκράτου. ἐπὶ τῶν μάτην πονούντων, ἢ τῶν προπεπονθότων τι. paullo aliter Gregor. Cypr. 2, 41 ἐνδεδαρμένον δέρεῖς· ἐπὶ τῶν μάτην πονούντων· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς. quamquam dubitat scholiasta, Pherecratis esse ipse testatur Aristophanes, alia tamen verborum significatione usus.