Ancient Greek
523.6
Pherecydes, Testimonia 523.6
Unproofread scanNot analysed yet
1. DIOG. I 116ff. Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν 116 Διαδοχαῖς, Πιττακοῦ διακρῆζει. τοῦτόν φησι Θεόπομπος [fr. 66 vgl. A 6] πρῶτον περὶ φύσεως καὶ θεῶν γράφαι . . . Ἀριστόξενος δ’ ἐν τῷ Περὶ Πυθαγόρου καὶ 118 τῶν γνωρίμων αὐτοῦ φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Ἀήλῳ. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν· ‘χροὶ δῆλα’ καὶ τοῦντεύθεν παρὰ τοῖς φιλολογοῖς ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δ’ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσι. [Vgl. Heraclid. Pol. 32 (p. 378, 5 Rose) aus Aristot. Πολιτεία Σαμίων.] ἔλεγέ τε ὅτι οἱ θεοὶ 119 τὴν τράπεζαν θυσωρὸν καλοῦσιν [fr. 7 Kern de Orphei cett. theogon. p. 88]. Ἄνδρων δ’ ὁ Ἐφέσιός φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ᾧ καὶ Πυθαγόραν σχολάσαι. Ἑρατοσθένης δ’ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον γενεαλόγον.