Ancient Greek
524.2
Pherecydes, Testimonia 524.2
Unproofread scanNot analysed yet
2. SUID. Φερεκύδης Βάβυος Σύριος (ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα πλησίον Δήλου)· γέγονε δὲ κατὰ τὸν Ἀνδῶν βασιλέα Ἀλυάττην, ὡς συγχρονεῖν τοῖς ζ σοφοῖς καὶ τετέχθαι περὶ τὴν μὲ Ὀλυμπιάδα [600—597]. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος, αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητὴν, ἀλλ’ ἑαυτὸν ἀσκήσαι κτησάμενον τὰ Φοινίκων ἀπόχρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν ἐξενεγκεῖν πεζῷ λόγῳ τινὲς ἱστοροῦσιν, ἐτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων. καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσῃγήσασθαι. ἐχλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾷ ὑπὸ πλήθους φθειρῶν.