Ancient Greek
524.8
Pherecydes, Testimonia 524.8
Unproofread scanNot analysed yet
6. PORPHYR. b. Eus. P. E. X 3, 6 Ἄνδρωνος γὰρ ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προφησίας ἱστορηκὸς εἰπόντος τε ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἐκ τινος φρέατος ἀνιμίας καὶ πιὼν προεῖπεν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός. . . ταῦτ’ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκὸς πάντα ἐφείλετο Θεόπομπος [fr. 66 FHGI287]. . . τοῖς μὲν γὰρ πράγμασι χέχρηται τοῖς αὐτοῖς, ἕτερον δ’ ὄνομα μετενῆνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. . . τὸ τε γὰρ περὶ τῆς προφησίας τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ’ Ἄνδρωνος ἠθῆν ἐν Συρίαι εἰρήσθαι φησὶν ὁ Θεόπομπος, τὸ τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρῆσθαι, καὶ τὴν Συβάρεως ἄλωσιν ἐπὶ τὴν Μεσσήνην μετέθηκεν· ἵνα δὲ τι δοχὴ λέγειν περιττόν καὶ τοῦ ξένου προσέθηκε τὸν ὄνομα Περίλαον αὐτὸν καλεῖσθαι λέγων. Vgl. Diog. I 117. Cic. divin. I 112.