Ancient Greek
526.2
Pherecydes, Testimonia 526.2
Unproofread scanNot analysed yet
5 [6] ORIG. v. Cels. VI 42 [II 112, 20 K.] καὶ διηγούμενός γε τὰ Ὀμηρικὰ ἔπη [A 590 O 18] φησὶ [Celsus] λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς 10 λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνιττεσθαι, ὡς ἂρα ἐξ ἀρχῆς αὐτὴν πλῆμελώς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρίσται, τούτους ἀπορριπτεῖ κολάζων αὐτοὺς τῇ δεῦρὸ ὁδῷ. ταῦτα δὲ τὰ Ὀμήρου ἔπη οὕτω νοηθέντα [ὑπονοήσαντα?] τὸν Φερεκύδην φησὶν εἰρηκέναι τὸ ‘κεῖνῃς δὲ 15 τῆς μοίρας ἐνερθέν ἐστιν ἢ ταρταρὴ μοῖρα· φυλάσσοιναι δ’ αὐτὴν θυγατέρες Βορέου Ἄρπυιαι τε καὶ Θύελλα· ἐνθὰ Ζεὺς ἐκβάλλει θεῶν ὅταν τις ἐξυβρίσῃ’. τῶν τοιούτων δὲ φησιν ἐχεσθαι νοημάτων καὶ τὸν [περὶ] τῆς Ἀθηνᾶς πέπλον ἐν τῇ πομπῇ τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπ’ αὐτοῦ, ὅτι ἀμήτωρ τις καὶ ἄχραντος 20 δαίμων ἐπιχρατεῖ θρασυνομένων τῶν γηγενῶν.