Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 102a-2
Not analysed yet
Γυρτῶνα Φλεγύαι κατοικοῦντες, παρανομώτατον καὶ λῃστρικὸν διῆγον βίον, καὶ κατατρέχοντες τοὺς περιοίκους χαλεπῶς ἠδίκουν. Θηβαῖοι δὲ, πλησιόχωροι ὄντες, ἐδεδοίκεσαν καὶ Ἀντιόπης, ἐτείχισαν τὰς Θήβας, Εἶχε γὰρ Ἀμφίων λύραν, παρὰ Μουσῶν αὐτῷ δεδομένην, δι ̓ ἧς κατέθελγε καὶ τοὺς λίθους, ὥστε καὶ πρὸς τὴν τειχοδομίαν αὐτομάτους ἐπέρχεσθαι. Τούτων μὲν οὖν οὖν ζώντων, οὐδὲν οἱ Φλεγύαι τοὺς Θηβαίους ἠδύναντο διαθεῖναι (κακόν addit vulg. Schol.) . Θανόντων δὲ αὐτῶν, ἐπελθόντες σὺν Εὐρυμάχῳ τῷ βασιλεῖ, τὰς Θήβας εἷλον. Πλείονα δὲ τολμῶντες ἀδικήματα κατὰ Διὸς προαίρεσιν ὑπὸ Ἀπόλλωνος διεφθάρησαν, ὡς ἱστορεῖ Φερεκύδης. Cod. Ven. διεφθ. · οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. Ἡ ἱστορία παρὰ Φερεκύδει.