Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 112
Not analysed yet
Παρὰ δὲ Φερεκύδῃ καὶ τοὔνομα τῆς Ἰωνικῆς πόλεως, λέγω δὲ τῆς Τέω, κείμενον εὗρον, ὅθεν ἦν Ἀνακρέων ὁ μελοποιὸς, ἀπὸ τοῦ τέως. Ὁ γὰρ Ἀθάμας, φησὶν, ἀναχωρῶν ἐκ τῆς χώρας, εὑρὼν Ἄρεαν τὴν θυγατέρα ἀθύρουσαν καὶ λίθους συμφοροῦσαν τοὺς νῦν ὄντας ἐν Τέῳ, ἤρετο ταύτην, τί ποιεῖς; Ἡ δὲ εἶπε· Τέως σὺ ἐζήτεις, ἵνα πόλιν κτίσῃς, εὗρον. Ἀφ ̓ οὗ ἀνακινηθεὶς, τὴν πόλιν ὠνόμασε Τέω.