Ancient Greek
114 to 119
PHERECYDES, Fragmenta 114-119
Not analysed yet
Ἄρυπες, Φερεκύδης, ἀντὶ τοῦ Ῥύπες. Πρόδηλον τὸ εἰρημένον. Ῥύπες γὰρ λέγονται οἱ Ἀχαιοί. Κατὰ πλεονασμὸν τοῦ α, Ἄρυπες. Ἀλάστωρ ὁ Ζεὺς, ἐπὶ τῶν χαλεπόν τι πρασσόντων· παρηκτικὴ δὲ ἡ εὐθεῖα παρὰ τὴν ἀλάστορος γενικήν. . . . καὶ Φερεκύδης· «Ὁ Ζεὺς δὲ Ἱκεσιος καὶ Ἀλάστορος καλεῖται.» Αἰγαῖος γὰρ οὗτος ὁ θεὸς (Neptunus) προσαγορεύεται, ὥς φησι Φερεκύδης. Διόπη, πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Φρίξα, πόλις. Ἡ δὲ Φρίξα κεῖται μὲν τῆς Ὀλυμπίας ἀπέχουσα στάδια λ'. Φερεκύδης δὲ Ἀρκαδία αὐτὴν γράφει. Φερεκύδης Ἀθηναῖος τὸ μὲν ἐύκτιτον, κύριον ὄνομα παρέλαβεν, τὸ δὲ αἶπυ, ἐπίθετον. Σπανιωτέρα ἐστὶν ἡ εἰς α (αἰτιατικὴ) οἷον τὸν βόα· εὑρέθη δὲ σπανίως παρὰ Φερεκύδει τῷ Ἀθηναίῳ.