Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 33
Not analysed yet
Φερεκύδης ἐν δεκάτῳ, τῆς Ἥρας γαμουμένης (cod. Paris. addit τῷ Διί) φησὶ τὴν γῆν ἀναδοῦναι ἐν τῷ Ὠκεανῷ μῆλα χρυσᾶ, ἢ μηλέας χρυσοῦν καρπὸν φερούσας· φυλάττειν δὲ αὐτὰ Δράκοντα τὸν Τυφῶνος καὶ Ἐχίδνης, ἔχοντα κεφαλὰς ἑκατὸν καὶ φωνὰς παντοίας· καὶ ὅτι αἱ Νύμφαι αἱ Διὸς καὶ Θέμιδος, οἰκοῦσαι ἐν σπηλαίῳ περὶ (cod. Paris. παρὰ) τὸν Ἠριδανὸν, ὑπέθεντο Ἡρακλεῖ ἀποροῦντι, μαθεῖν παρὰ Νηρέως, ποῦ ἂν εἴη τὰ χρυσέα μῆλα. Λαβεῖν δὲ αὐτὸν βίᾳ, πρῶτον μὲν μεταμορφούμενον εἰς ὕδωρ καὶ πῦρ· εἶτα ἐς τὴν παλαιὰν ὄψιν καταστάντα, δηλῶσαι τὸν τόπον. Ὁ δὲ ἔρχεται οὕτως ἐπὶ τὰ χρυσᾶ μῆλα. Ἀφικόμενος δὲ εἰς Ταρτησσὸν, πορεύεται εἰς Λιβύην, ἔνθα ἀναιρεῖ Ἀνταῖον τὸν Ποσειδῶνος, ὑβριστὴν ὄντα. Εἶτα ἀφικνεῖται ἐπὶ τὸν Νεῖλον εἰς Μέμφιν, παρὰ Βούσιριν τὸν Ποσειδῶνος· ὃν κτείνει, καὶ τὸν παῖδα αὐτοῦ Ἰφιδάμαντα, καὶ τὸν κήρυκα Χάλβην, καὶ τοὺς ὀπάονας, πρὸς τῷ βωμῷ τοῦ Διὸς, ἔνθα ἐξενοκτόνουν (cod. Paris. ἐξενοκτόνει). Ἀφικόμενος δὲ εἰς Θήβας, καὶ διὰ τῶν ὀρῶν εἰς τὴν ἔξω Λιβύην, ἧς ἐν τοῖς ἐρήμοις πολλὰ τῶν θηρίων τοξεύων ἀναιρεῖ, καθήρας δὲ τὴν Λιβύην, κατέβη ἐπὶ τὴν θάλασσαν τὴν ἔξω κειμένην. Καὶ λαβὼν χρυσοῦν δέπας παρὰ Ἡλίου, διαβαίνει ἐν αὐτῷ εἰς Πέγρην, διά τε τῆς ἔξω τῆς γῆς θαλάσσης (cod. Paris. διά τε γῆς καὶ θαλάσσης) καὶ διὰ τοῦ Ὠκεανοῦ πλέων. Ἐπελθὼν δὲ παρὰ Προμηθέα, καὶ ὀφθεὶς ὑπ ̓ αὐτοῦ, οἰκτείρει αὐτὸν ἱκετεύοντα· καὶ κτείνει τὸν ἀετὸν, ὃς αὐτοῦ τὸ ἧπαρ ἤσθιε, τοξεύσας προσπετόμενον. Ἀντὶ δὲ τούτου Προμηθεὺς μὴ ἀπιέναι ἐπὶ τὰ μῆλα ὑποτίθεται, ἐλθόντα δὲ πρὸς Ἄτλαντα, κελεύειν ἐνέγκαι αὐτῷ (cod. Paris. addit τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων), καὶ ἀντὶ τοῦ Ἄτλαντος αὐτὸν ἀνέχειν (cod. Paris. βαστάζειν) τὸν οὐρανὸν, ἕως ἂμ ἐνέγκῃ τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων. Ἡρακλῆς δὲ ἀκούσας ἔρχεται πρὸς Ἄτλαντα, καὶ κελεύει αὐτὸν ἐνεγκεῖν τὰ μῆλα παρὰ τῶν Ἑσπερίδων, τρία λαβόντα, διηγησάμενος τὸν ἆθλον. Δοὺς (cod. Paris. ἐπιθεὶς) δὲ Ἄτλας ἐπὶ τῶν ὤμων Ἡρακλεῖ (id. Cod. Τοῦ Ἡρακλέους) τὸν οὐρανὸν, καὶ ἐλθὼν πρὸς τὰς Ἑσπερίδας, δεξάμενος παρ ̓ αὐτῶν τὰ μῆλα, ἐλθὼν τε πρὸς τὸν Ἡρακλέα, τὰ μὲν μῆλα αὐτός φησιν ἀποίσειν Εὐρυσθεῖ, τὸν δ ̓ οὐρανὸν ἐκέλευσεν ἐκεῖνον ἔχειν (cod. Paris. βαστάζειν) ἀντ ̓ αὐτοῦ. Ὁ δὲ Ἡρακλῆς ὑποσχόμενος, δόλῳ ἀντεπέθηκεν αὐτὸν τῷ Ἄτλαντι. Ἦν γὰρ εἰπὼν αὐτῷ ὁ Προμηθεὺς ὑποθέμενος, κελεύειν δέξασθαι τὸν οὐρανὸν, ἕως οὗ σπείραν ἐπὶ τὴν κεφαλὴν ποιήσεται. Ὁ δὲ, καταθεὶς τὰ μῆλα εἰς τὴν γῆν, ὑποδέχεται τὸν οὐρανόν. Ἡρακλῆς δὲ λαβὼν τὰ μῆλα, χαίρειν εἰπὼν τῷ Ἄτλαντι, ἀπέρχεται εἰς Μυκήνας παρ ̓ Εὐρυσθεα, καὶ δεικνύει αὐτῷ ταῦτα.