Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 48
Not analysed yet
Φερεκύδης τὰ κατὰ τοὺς παῖδας Οἰδίποδος, καὶ τὰ γημαμένας οὕτως ἱστορεῖ. «Οἰδίποδι, φησὶ Κρέων δίδωσι τὴν βασιλείαν, καὶ τὴν γυναῖκα Λαίου, μητέρα δ ̓ αὐτοῦ, Ἰοκάστην. Ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος, οἳ θνήσκουσιν ὑπὸ Μινυῶν καὶ Ἐργίνου. Ἐπεὶ δὲ ἐνιαυτὸς παρῆλθε, γαμεῖ ὁ Οἰδίπους Εὐρυγάνειαν τὴν Περίφαντος. Ἐξ ἧς γίνονται αὐτῷ Ἰοκάστη, Ἀντιγόνη, Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης, καὶ ἀπ ̓ αὐτῆς ἡ κρήνη Ἰσμήνη ἐκλήθη. Υἱοὶ δὲ αὐτῷ ἐξ αὐτῆς, Ἐτεοκλῆς καὶ Πολυνείκης. Ἐπεὶ δε Εὐρυγάνεια ἐτελεύτησε, γαμεῖ Ἀστυμέδουσαν τὴν Σθενέλου.» Τινὲς δὲ Εὐρυγάνειαν ἀδελφὴν λέγουσιν εἶναι Ἰοκάστης, τῆς μητρὸς Οἰδίποδος.