Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 59
Not analysed yet
Τυρὼ ἡ Σαλμωνέως, ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα. Καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴσονα, καὶ Φέρητα, καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμίλας καθ ̓ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. Τελευτῶν δὲ οὑτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. Ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα, δίδωσιν αὐτὸν τρέφεσθαι Χείρονι τῷ Κενταύρῳ.