Ancient Greek
64 to 73
PHERECYDES, Fragmenta 64-73
Not analysed yet
Ἐπισημαίνεσθαι δ' ἄξιον, ὡε οὔτε Ἡσίοδος οὔτε Φερεκύδης φησὶ συμπεπλευκέναι τοῖς Ἀργοναύταις Ἴφικλον. Φερεκύδης τὴν μητέρα τῶν περὶ Ἴδαν, Ἀρήνην φησὶν, ἀφ ̓ ἧς ἡ πόλις· Πείσανδρος, Πολυδώραν· Θεόκριτος, Λαοκόωσαν. Οὗτοι δὲ συνήκμαζον τοῖς Διοσκούροις. Φερεκύδης φησὶν, ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης, τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν εἰς ᾅδου, ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι. Ἀντίμαχος ἐν τῇ Λύδῃ φησὶν ἐκβιβασθέντα τὸν Ἡρακλέα διὰ τὸ καταβρεῖσθαι τὴν Ἀργὼ ὑπὸ τοῦ ἥρωος. Τούτῳ καὶ Ποσείδιππος ὁ ἐπιγραμματογράφος ἠκολούθησε καὶ Φερεκύδης. Φερεκύδης αὐτὸν ἐν Ἀφέταις τῆς Θεσσαλίας ἀπολειφθῆναι λέγει, τῆς Ἀργοῦς φθευξαμένης, μὴ δύνασθαι φέρειν τὸ τούτου βάρος. Ὅτι δὲ ἦρχεν ὁ Φινεὺς μέχρι τοῦ Βοσπόρου Θρᾳκῶν πάντων τῶν ἐν τῇ Ἀσίᾳ (εἰσὶ δὲ οὗτοι Βιθυνοί τε [codex Paris. Θυννοὶ] καὶ Παφλαγόνες), Φερεκύδης ἐν τῇ ζ' φησί. Ὅτι διὰ τοῦ Αἰγαίου πόντου καὶ τοῦ Σικελικοῦ αὐτὰς (Harpyias) ἐδίωκον (Boreae filii), Φερεκύδης ἐν ἕκτῃ φησί. Φερεκύδης ἐν ζ' (codex Paris. ἐν τῇ γ') φησὶν, ἐς τὸ σπέος αὐτὰς (Harpyias) φυγεῖν τῆς Κρήτης τὸ ὑπὸ τῷ λόγῳ τῷ Ἀργινοῦντι. Ὁ Ἴδμων, ὡς ἱστορεῖ Φερεκύδης, παῖς ἦν Ἀστερίας τῆς Κορώνου καὶ Ἀπόλλωνος, οὗ καὶ Λαοθόης, Θέστωρ· τοῦ δὲ Κάλχας. Ἀναιρεῖται δὲ Ἴδμων ἐν Μαριανδυνίᾳ ὑπὸ κάπρου. Agrum illum Marti sacrum, quem Apollonius τετράγυιον vocat, et quem Aeetes duobus tauris aeripedibus et ignivomis junctis colebat, πεντηκοντόγυιον φησὶ Φερεκύδης ἐν τῇ ἕκτῃ. Ὅτι χαλκόποδες οἱ ταῦροι καὶ πῦρ πνέοντες, καὶ Φερεκύδης φησί. Φερεκύδης φησὶν ἐν ἑβδόμῳ, φονευθῆναι τὸν δράκοντα ὑπὸ Ἰάσονος. Φερεκύδης ἐν ἑβδόμῳ (τετάρτῳ cod. Paris.) τὴν Μήδειαν φησὶν ἆραι τὸν Ἄψυρτον ἐκ τῆς κοίτης, Ἰάσονος εἰπόντος αὐτῇ, καὶ ἐνεγκεῖν πρὸς τοὺς Ἀργοναύτας. Ἐπεὶ δὲ ἐδιώχθησαν, σφάξαι, καὶ μελίσαντας ἐκβαλεῖν εἰς τὸν ποταμόν. Φερεκύδης ἐν ἑβδόμῳ, διωκομένους ἀναβιβάσαι ἐπὶ τὴν ναῦν τὸν Ἄψυρτον, καὶ μελίσαντας ῥῖψαι εἰς τὸν ποταμόν. Ὁ Φερεκύδης διὰ τοῦ ξ (Ἄξυρτον) ὀνομάζει αὐτόν (τὸν Ἄψυρτον).