Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 85
Not analysed yet
Φέρε δὴ καὶ τὸ γένος ὅσον ἦν τὸ τῶν Οἰνώτρων ἀποδείξωμεν, ἕτερον ἄνδρα τῶν ἀρχαίων συγγραφέων παρασχόμενοι μάρτυρα, Φερεκύδην τῶν Ἀθηναίων (Casaub. malebat τὸν Ἀθηναῖον) γενεαλόγων οὐδενὸς δεύτερον. Πεποίηται γὰρ αὐτῷ περὶ τῶν ἐν Ἀρκαδίᾳ βασιλευσάντων ὧδε ὁ λόγος· «Πελασγοῦ καὶ Δηϊανείρης γίνεται Λυκάων. Οὗτος γαμεῖ Κυλλήνην, νηίδα νύμφην, ἀφ ̓ ἧς τὸ ὄρος ἡ Κυλλήνη καλεῖται.» Ἔπειτα τοὺς ἐκ τούτων γεννηθέντας διεξιὼν, καὶ τίνας τόπους ἕκαστοι τούτων ᾤκησαν, Οἰνώτρου καὶ Πευκετίου μιμνήσκεται, λέγων ὧδε· «Καὶ Οἴνωτρος, ἀφ ̓ οὗ Οἴνωτροι καλέονται, οἱ ἐν Ἰταλίῃ οἰκέοντες· καὶ Πευκέτιος, ἀφ ̓ οὗ Πευκέτιοι καλέονται, οἱ ἐν τῷ Ἰονίῳ κόλπῳ.»