Ancient Greek · ~2 min
Play FIF, lines 39a-132
Philemon Comic., Fragmenta 39a-132
Not analysed yet
κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει·
φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ
[ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος.
ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματος
ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους.
ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει,
δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία.]
ἡ δ' αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.
χρόνος μαλάσσει πάντα κἀξεργάζεται.
ἂν μὲν πλέωμεν ἡμερῶν που τεττάρων,
σκεπτόμεθα τἀναγκαῖ' ἑκάστης ἡμέρας.
ἂν δῇ δὲ φείσασθαί τι τοῦ γήρως χάριν,
οὐ φεισόμεσθ' ἐφόδια περιποιούμενοι;