Ancient Greek
106
Philemon Comic., Fragmenta 106
Unproofread scanNot analysed yet
πολλῶν φύσει τοῖς πᾶσιν αἰτία κακῶν λύπη· διὰ λύπην καὶ μανία γὰρ γίνεται πολλοῖσι καὶ νοσήματ’ οὐκ ἰάσιμα· αὑτούς τ’ ἀνῃρήκασι διὰ λύπην τινές, ἐπὰν τὸ λυποῦν πλεῖον ἢ τὸ σῷζον ᾖ. Stobaeus Floril. 99, 1 Φιλήμονος A. Μενάνδρου Trinc. Cler. p. 354. v. 2—4 omisso auctoris nomine Plutarchus Mor. 102 c πολλῶν γὰρ ὄντων ψυχικῶν παθῶν ἡ λύπη τὸ χαλεπώτατον πέφυκεν εἶναι πάντων· διὰ λύπην γὰρ φησὶ κτλ.