Ancient Greek
108
Philemon Comic., Fragmenta 108
Unproofread scanNot analysed yet
τί ποτ’ ἐστὶν ἄρα διότι βούλεταί μ’ ἰδεῖν; ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες σφόδρα, τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦσι’ ἔτι, οὕτως, ἐπάν τις τυγχάνῃ λυπούμενος, ἧττον ὀδυνᾶται, φίλον ἐὰν παρόντ’ ἴδῃ;