Ancient Greek
114 to 116
Philemon Comic., Fragmenta 114-116
Unproofread scanNot analysed yet
ὡς εὐφυὲς ζῷον κοχλίας, νὴ τὸν θεόν. ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι, τὸν οἶκον ἄρας εἰς ἕτερον πορεύεται, νέμεται δ’ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί. ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν· οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν· τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν. εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν μνήματα παρελθὼν καὶ τάφους ἀνθρωπίνους· τούτων ἕκαστος ἔλεγεν ‘εἰς ὥρας ἐγὼ πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι —‘