Ancient Greek
119 to 123
Philemon Comic., Fragmenta 119-123
Unproofread scanNot analysed yet
σοὶ γάρ τίς ἐστιν, εἰπέ μοι, παρρησία; σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν; τὸ δ’ ὅλου περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν; ἂν μὲν πλέωμεν ἡμερῶν πλοῦν τεττάρων, σκεπτόμεθα τἀναγκαῖ’ ἑκάστης ἡμέρας· ἂν δέῃ δὲ φείσασθαί τι τοῦ γήρως χάριν, οὐ φειδόμεσθ’ ἐφόδια περιποιούμενοι; πολλάκις ἔχων τις οὐδὲ τἀναγκαῖα νῦν αὔριον ἐπλούτησεν’, ὥστε χατέρους τρέφειν. B. θησαυρὸν εὑρὼν τήμερόν τις αὔριον ἅπαντα τὰς τῆς οἰκίας ἀπώλεσεν. τὸν βολβόν, εἰ βούλει, σκόπει ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι, σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίδφιον· αὐτὸς δ’ ἐφ’ αὑτοῦ ‘σὺν πονηρὸς καὶ πικρός. Σφίγγ’ ἄρρεν’, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφ’· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα πεπορισμένος γάρ ἐστι.