Ancient Greek
140 to 142
Philemon Comic., Fragmenta 140-142
Unproofread scanNot analysed yet
καλῶς ποιήσας καλῶς ὠνείδισας ἔργον καθεῖλες πλουσίου πτωχὸς λόγῳ. καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ ἔργῳ στρατηγὸς γέγονας ἐν λόγῳ φονεύς. βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά —Phrynichus Epit. 355 βουνός· ὀθνείᾳ ἡ φωνὴ τῆς Ἀττικῆς· καὶ γὰρ αὐτὸς ὁ χρησάμενος τῷ ὀνόματι, συνεὶς ξένως (ξένῳ?) κεχρημένος, σημαίνεται ὡς ἀσαφῶς διαλεγόμενος· εἰπόντος γάρ τινος (v. 1) ὁ προσδιαλεγόμενος, οὐ συνεὶς τὸ ξένον τοῦ ὀνόματός φησι (v. 2). . . ὁ δ' οὖν κεχρημένος τῷ βουνὸς ὀνόματι Φιλήμων ἐστίν, εἷς