Ancient Greek
145 to 159
Philemon Comic., Fragmenta 145-159
Unproofread scanNot analysed yet
οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους. Bekker. Anecd. 476, 14 ἄωροι πόδες, οἱ ἐμπρόσθιοι. . . Φιλήμων κτλ. Eustathius 1715, 23 εἰσὶ δὲ οἱ τοὺς ἐμπροσθίους πόδας ἀώρους φασί, φέροντες καὶ χρῆσιν τοῦ κωμικοῦ εἰπόντος κτλ. Schol. Odys. 12, 89. 1 εἶπά σοι] εἴπας Eust. om. μαστιγία. 2 πρίασθαι] κομίζειν Eust. Schol. καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ, ἵν’ ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος. Diogenes Laert. 6, 87 αὐτὸν δὲ (Κράτητα) καρτερῶς οὕτω φιλοσοφεῖν, ὥστε καὶ Φιλήμονα τὸν κωμικὸν αὐτοῦ μεμνῆσθαι· φησὶ γοῦν κτλ. 2. ἵν’ ἐγκρατὴς ἵνα Κράτης Kuehn. ἵν’ ὡς Κράτης Cobet. fortasse ἵνα δὴ Κράτης ᾖ. ad Philosophos fortasse per- tinere arbitratur Meinekius. μὴ νουθέτει γέρονθ’ ἁμαρτάνοντά τι· δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον. ὦ Πάμφιλ’, ὁ· χρόνος οὐ μόνον τὰ σώματα αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα. ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης, πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος. ὅσα διὰ τοὺς πράττοντας αὐτοὺς γίνεται, οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη. ἐπὰν ὁ νοῦς ᾖ μὴ καθεστηκώς τινι, οὐκ ἔστ’ ἀκούειν οὐδὲν αὐτὸν οὐδ’ ὁρᾶν. τὸ γνῶθι σαυτόν· οὐ μάτην εὖ ἴσθ’ ὅτι τὸ ῥῆμα τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει. ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά· εἰ μὴ τότ’ ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην. πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον, ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω. στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε ὥσπερ ἱερεῖον, ἵν’ ὅταν ᾖ καιρὸς τυθῇς. ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι. ὅστις πένης ὢν ζῆν παρ’ ὃ ζῆν βούλεται· ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά. τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι· εὐφραινόμεσθ’ ἐλάττον’ ἢ λυπούμεθα. οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος, κἀκ τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται. ἀγαθὴ γὰρ ἡ λύπη καθ’ αὑτῆς ἀναπλάσαι ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά.